Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν,
- καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσαωπόν σου.
- εκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα,
- καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
- γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν.
- ἐν ὅλῃ καρδἰᾳ (29)δόξασον τὸν πατέρα σου,
- καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
- μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγενήθης,
- καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;
- ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον.
- καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε·
- ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε,
- καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
- φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα,
- (34)καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπʼ ἀρχῆς.
- (35)καὶ περὶ πλημμελίας καὶ δόσιν βραχιόνων
- καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχήν.
659
- καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου,
- ἵνα τελειωθῇ ἡ εὐλογία σου.
- χάρις δόματος ἔναντι παντὸς ζῶντος,
- καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
- μὴ ὑστέρει ἀπὸ κλαιόντων,
- καὶ μετὰ πευθούντων πένθησον.
- μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον·
- ἐκ γὰρ τῶν τοιούταων ἀγαπηθήσῃ.
- ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου,
- καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
- Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου,
- μὴ ποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
- μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου,
- μὴ ποτε ἀντιστήσῃ σου τὴν ὁλκήν·
- (3)πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον,
- καὶ καρδίας βασιλέων ἐξέκλινεν.
- μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους,
- καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
- μὴ πρόσπαιζε ἀπαιδεύτῳ,
- ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
- μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας·
- μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
- μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ,
- καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
- μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ·
- μνήσθητι ὅτι πάντες τελευτῶμεν.