Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. στολὴν δόξης ἐνδύσῃ αὐτήν,
  2. καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
  1. ἐὸν θέλῃς, τέκνον, παιδευθήσῃ,
  2. καὶ ἐὰν δῷς τὴν ψυχὴν σου, πανοῦργος ἔσῃ·
  1. ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ,
  2. καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.
  1. ἐν πλήθει πρεσβυτέρων στῆθι
  2. καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.
  1. πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν,
  2. καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.
  1. ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν,
  2. καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.
  1. διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου,
  2. καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός·
  3. αὐτὸς στηριεῖ τὴν καρδίαν σου,
  4. καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.
  1. Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
[*](U+05D0ΑC)[*](25 τοις δεσμοις] pr εν U+05D0* (improb εν U+05D0c.a) 26 ολη] παση C | συντη- ρησον] τηρησον U+05D0A | τας οδ sup ras Bᵃᵇ vid 27 ζητησον] + αυτην U+05D0c.a | αυτην] η sup ras Aᵃ 28 αυτης] σου C 29 πεδαι] παιδες A | κλαδοι] κλοιοι AC 30 ante κοσμος 3 fere litt (forte κοσ) ras C? 31 ενδυσεις U+05D0 σει U+05D0c.a | αγαλλιασματος A 32 εαν 1⁰] + γαρ U+05D0* (om γαρ U+05D0c.a) | δως] επιδως U+05D0AC 33 εαν 1⁰] pr και A | κλινης] εκκλινης U+05D0 34 ουτων U+05D0* (-τω U+05D0c.a) 35 ακουειν] ακροασθαι U+05D0AC | εκφυγετωσαν U+05D0* (εκφευγ. U+05D0c.a) A 36 ειδης C | θυρων B* fort U+05D0AC) τριβων (τριβ VII 1 μη] incep κα U+05D0* (improb κα U+05D01) om σε U+05D0)
657
  1. ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
  1. υἱέ, μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας,
  2. καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.
  1. μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν,
  2. μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
  1. μὴ δικαιοῦ ἔναντι Κυρίου,
  2. καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
  1. μὴ ζήτει γενέσθαι κριτής.
  2. μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας·
  3. μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου,
  4. καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
  1. μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως,
  2. καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
  1. μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν,
  2. ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.