Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν,
  2. καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν·
  3. ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
  1. ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα,
  2. καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
  1. μετάσχετε παιδείαν ἐν πολλῷ ἀριθμῷ ἀργυρίομ.
  2. καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ·
  1. εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ.
  2. καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ·
  1. ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροί,
  2. καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.