Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ·
- (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
- διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν,
- καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.
754
[*](Β)- διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ,
- καὶ ἐν ποιήσει λιμοῦ διηκριβασάμην·
- (2⁶)τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος,
- καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα·
- τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν,
- καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς,
- καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν·
- διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
- καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτὴν·
- διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
- ἔδωκεν Κύριος γλῶσσάν μοι μισθόν μου.
- καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
- Ἐγγίσατε πρὸς μέ, ἀπαίδευτοι,
- καὶ αὐλἰσθητε ἐν οἴκῳ παιδείας.
- καὶ ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις,
- καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα.
- ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα
- Κτήσασθε αὐτοῖς ἄνευ ἀργυρίου·
- τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν,
- καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν·
- ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
- ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα,
- καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
- μετάσχετε παιδείαν ἐν πολλῷ ἀριθμῷ ἀργυρίομ.
- καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ·
- εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ.
- καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ·
- ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροί,
- καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.