Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ,
  2. καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,
  3. (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·
  1. ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι,
  2. (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας
  3. καὶ ἐκ παγίδος διαβολῆς γλώσσης,
  4. ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος,
  5. καὶ ἔναντι τῶν παρεστηκότων
  1. ἐγένου βοηθός, ³καὶ ἐλυτρώσω με
  2. κατὰ τὸ πλῆθος ἐλέου καὶ ὀνόματός σου
  3. ἐκ βρυγμῶν ἕτοιμος εἰς βρῶμα,
  4. (⁵)ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου.
  5. ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
  1. ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν
  2. καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
  1. ἐκ βάθους κοιλίας ἅδου,
  2. καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.