Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας,
- ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον,
- καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·
- καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς,
- ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·
- ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων,
- χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·
- ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως,
- καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.
- ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ,
- ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
- ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης,
- ὡς σελήνη πλήρης ἐν ἡμέραις·
- ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου,
- καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·
750
[*](Β)- ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων,
- ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος,
- ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·
- ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου·
- (10)ὡς σκεῦος χρυσίου ὁλοσφύρητον
- κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·
- ὡς ἐλαία ἀναθάλλουσα καρπούς,
- καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
- ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν
- καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος,
- ⁽¹²)ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου
- ἐδόξασεν περιβολὴν ἁγιάσματος·
- ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων,
- καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ,
- κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν
- ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ,
- ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
- καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν,
- ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν
- ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ
- καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν,
- κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,
- ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ,
- καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς,
- (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου
- ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.
- τότε ἀνέκραγον υἱοὶ Ἀαρών,
- ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν,
- ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην
- εἰς μνημόσυνον ἔναντι Ὑψίστου·