Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου,
- καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
- μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι
- ἐν ἐπιθυμίαις καρδίας σου·
- καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
- ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.
- μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ;
- ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
- περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου.
- προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·
- καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς,
- τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
- (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
- καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·
- μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον,
- καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
- (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου.
- καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
- μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
- οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς
- μὴ λίκμα ἐν παντὶ ἀνέμῳ,
- καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
- οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
- ἵσθι ἐστηριγμένος ἐν συνέσει σου,
- καὶ εἷς ἔστω σου ὁ λόγος.
- γίνου ταχὺς ἐν ἀκροάσει σου,
- καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
654
[*](B)- εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·
- εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.
- δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,
- καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
- μὴ κληθῇς ψίθυρος,
- καὶ τῇ γλώσσῃ σου μὴ ἐνεδρευθῇς·
- (17)ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη,
- καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
- ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει,