Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ τῶν ιβʼ προφητῶν τὰ ὀστᾶ
  2. ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν.
  3. παρεκάλεσεν δὲ τὸν Ἰακώβ,
  4. καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.
  1. πῶς μεγαλύνωμεν τὸν Ζοροβαβέλ ;
  2. καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός.
[*](¶C)
  1. οὕτως Ἰησοῦς υἱὸς ¶ Ἰωσεδὲκ·
  2. [*](U+05D0AC)[*](XLIX 1 Ιωσιου (item 4) BᵇAC | εσκευασμενου U+05D0 | εογον A | μυρεψου] μυρεμου A 2 κατηυθυνθη U+05D0A | λαου] αυτου U+05D0* (λαου U+05D0c.a) 3 καρδιαν]8 οδον A 4 πλημμελειαν BᵃᵇC πλημμελεια A | κατελειπον A hiat C εξελειπον AC (ιεξ]ελ.) 6 ενεπυρισαν U+05D0A | Ιηρεμιου A 7 κατα φυτευειν] φυτευειν U+05D0* (καταφ. U+05D0c.ᵃ) 8 ιδεν A | χερουβειν U+05D0A 9 οδους pr τας U+05D0* (om τας U+05D0c.ᵃ) 10 ιβ] δωδεκα A | παρεκαλεσαν A | δε] γα U+05D0c.ᵃA | ελυτρωσαντο A 11 μεγαλυνομεν U+05D0 | ωσφραγις B* (ως σφρ. Bat 13 ουτος U+05D0 | Ιως... C)
    749
  3. οἳ ἐν ἡμέραις αὐτῶν οἰκοδόμησαν οἶκον
  4. καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ
  5. ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
  1. καὶ νέμουσιν ἐπὶ πολὺ τὸ μνημόσυνον
  2. τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα,
  3. καὶ στήσαντος πύλας καὶ μοχλούς,
  4. καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
  1. οὐδὲ εἶς ἐκτίσθη οἷος Ἑνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς.
  2. καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς·
  1. ὁ δὲ Ἰωσὴφ ἐγενήθη ἀνήρ.
  2. ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ,
  3. (18)καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
  1. Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν,
  2. καὶ ὑπέρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.
  1. Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας,
  2. ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον,
  3. καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·
  1. καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς,
  2. ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·