Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν
  2. καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
  1. ἀκούων ἐν Σεινὰ ἐλεγμὸν
  2. καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
  1. ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα,
  2. καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
  1. ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς
  2. ἐν ἄρματι ἵππαων πυρίνων·
  1. ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς,
  2. κοπάσαι ὀργὴν πρὸ θυμοῦ
  3. καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
  4. καὶ καταστῆσαι φυλὰς Ἰακώβ.