Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
  2. τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
  1. Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ,
  2. καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ·
  3. ὤρυξεν σιδήρῳ ἀκρότομον,
  4. καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
  1. ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ
  2. καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν·
  3. καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών,
  4. καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
  1. τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
  2. καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
  1. καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα,
  2. ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
  3. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν,
  4. (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·
  1. ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων,
  2. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
  1. ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ,
  2. καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ,
  3. ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης
  4. ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
  1. ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
  2. καὶ προσέθηκεν ζωὴν βασιλεῖ·
  1. πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα,
  2. καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών·
  1. ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
  2. καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.
[*](15 κατελειφθη] κατελημφθη U+05D0C (κατεληφθ.) | αρχων] αρχοντες U+05D0c.a | τω U+05D0AC ικω] pr εν U+05D0A 17 αυτων] αυτης A | τον Γωγ] τον Ηωγ U+05D0* τ. αγωγον U+05D0c.a υδωρ A 18 Σενναχηρειμ] Σεννα ... C (cett evan usque 22) | πεστειλεν] απετρεψεν U+05D0* (απεστιλεν U+05D0c.a) | Ραψακην] pr τον U+05D0 | η χειρ] ειρα A | Σιων (item 24) BᵇA | υπερηφανιαν U+05D0 υπερηφανεια A 19 χειρες] r αι U+05D0A 20 επανεκαλεσαντο U+05D0* (επεκαλ. U+05D0c.a) | Ησαιου] Ιησου U+05D0 2 om Κυριω U+05D0* (hab κω U+05D0c.a) | om Δαυειδ U+05D0* (hab Δαδ U+05D0c.a) 24 ειδεν Α 25 παραγινεσθαι C)
748
[*](B)
  1. μνημόσυνον Ἰωσείου εἰς σύνθεσιν θυμιάματος,
  2. ἐσκευασμένον ἔργῳ μυρεψοῦ·
  3. (2) ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται,
  4. καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
  1. αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ,
  2. καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
  1. κατεύθυνεν πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ,
  2. ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.
  1. παρέξ Δαυεὶδ καὶ Ἐζεκίου καὶ Ἰωσείου
  2. πάντες πλημμελίαν ἐπλημμέλησαν·
  3. (6) κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου,
  4. οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον.
  1. ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις
  2. καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ·
  1. ἐνεπύρισεν ἐκλεκτὴν πόλιν ἁγιάσματος,
  2. καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
  1. ἐν χειρὶ Ἰερεμίου· ἐκάκωσαν γὰρ αὐτόν,
  2. καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης,
  3. ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν,
  4. ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
  1. Ἰεζεκιήλ, ὃς εἶδεν ὅρασιν δόξης
  2. ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἄρματος χερουβείμ·
  1. καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ,
  2. καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
  1. καὶ τῶν ιβʼ προφητῶν τὰ ὀστᾶ
  2. ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν.
  3. παρεκάλεσεν δὲ τὸν Ἰακώβ,
  4. καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.