Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
  2. τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
  1. Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ,
  2. καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ·
  3. ὤρυξεν σιδήρῳ ἀκρότομον,
  4. καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
  1. ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ
  2. καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν·
  3. καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών,
  4. καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
  1. τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
  2. καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
  1. καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα,
  2. ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
  3. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν,
  4. (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·
  1. ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων,
  2. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.