Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων,
- (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
- λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει
- Ῥοβοάμ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, [*](¶ C)
- (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
- καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
- καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα,
- ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
- καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
- ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.
- καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ,
- καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
- ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμόν,
- καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
- ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν,
- κατήγαγεν οὕτως τρὶς πῦρ.
- ὡς ἐδοξάσθης, Ἠλεία, ἐν τοῖς θαυμασίοις σου· [*](19 παρεκλινας U+05D0 20 om εν U+05D0 21 τυραννιδος U+05D0c.ᵃ | Αιφραιμ U+05D0* U+05D0AC (Εφρ. U+05D0c.ᵃ) A | αρξας U+05D0 22 καταλιπη] εγκαταλειπη A | διαφθειρη U+05D0c.a (διαφθιρ.) A | εξαλιψει C | σπερμα] pr το A | Ιακωβ] + ος U+05D0* (om ος U+05D0c.ᵃ) καταλειμμα Bᵃᵇ 23 Σολομων U+05D0 | πατερων] + αυτου U+05D0A | κατελειπεν A | μετ] μεθ A | ελαττουμενον | Ροβοαμ] Ροβ΄ ... C | om ος 1⁰ U+05D0* (hab U+05D0c.ᵃ) λαον] pr τον A | υιος U+05D0 24 της γης] om της U+05D0 25 εως] ως A XIVIII 1 Ηλειας U+05D0 2 ολιγοποιησεν U+05D0A 3 om ουτως U+05D0c.a Ηλια BᵇA | τοις θαυμασιοις] om τοις U+05D0A)
- καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
746
[*](B)- ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου
- καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·
- ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν
- καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
- ἀκούων ἐν Σεινὰ ἐλεγμὸν
- καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
- ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα,
- καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
- ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς
- ἐν ἄρματι ἵππαων πυρίνων·
- ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς,
- κοπάσαι ὀργὴν πρὸ θυμοῦ
- καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
- καὶ καταστῆσαι φυλὰς Ἰακώβ.