Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- γενέσθαι δίχα τυραννίδα
- καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
- ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ,
- καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ,
- οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα,
- καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
- (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα.
- καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.
- καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων,
- (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
- λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει
- Ῥοβοάμ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, [*](¶ C)
- (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
- καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
- καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα,
- ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
- καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
- ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.