Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ,
  2. καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ,
  3. καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
  4. καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.
  1. μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων,
  2. καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
  1. Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
  2. ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν,
  3. ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ
  4. καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
  1. ὡς ἐσοφίσθης ἐν νεότητί σου,
  2. (¹6)καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.
  1. γῆν ἐπεκάλυψεν ἡ ψυχὴ σου,
  2. (17)καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·