Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
  2. ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν
  3. καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος
  4. ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
  1. κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
  2. καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
  3. (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
  4. ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
  5. καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
  1. καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος,
  2. αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή,
  3. ἀντιστῆναι ἔναντι ἐχθροῦ,
  4. κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
  5. καὶ κοπάσαι γογγυσμὸν πονηρίας.