Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ
  2. προφήτης Κυρίου κατέστησεν βασιλέα,
  3. καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
  1. ἐν νόμῳ Κυρίου ἔκρινεν συναγωγήν,
  2. καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.
  1. ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, 
  2. (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
  1. καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην,
  2. ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν,
  3. ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
  1. καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος,
  2. καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ,
  1. καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
  2. καὶ πάντας ἄρχοντας Φυλιστιείμ.