Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
  2. ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
  3. καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου,
  4. εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
  1. τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν,
  2. ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
  3. ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.
  1. ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ
  2. προφήτης Κυρίου κατέστησεν βασιλέα,
  3. καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·