Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὡραῖα ¹³πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα,
- ἕως αἰῶνος (16)οὐκ ἐνεδύσατο ἀλλογενὴς
- πλὴν τῶν υἱῶν αὐτοῦ μόνον,
- καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.
- θυσίαν αὐτοῦ ὁλοκαρπωθήσονται
- καθʼ ἡμέραν ἐνδελεχῶς δίς.
- ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας
- καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ·
- (¹9)ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον,
- καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ,
- λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν,
- καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.