Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει,
  2. [*](U+05D0AC)[*](8 παραβολων] παρεμβολων U+05D0AC 9 αστερων U+05D0 | Κυριος] κυ U+05D0c.a AC 10 αγιου U+05D0AC 11 αυτο] αυτον AC 12 αυτο] αυτον C 13 κατεπαυσεν B*ᵛⁱᵈU+05D0] κατεσπευσεν Bᵃᵇ (εσπευ sup ras) AC 15 νεφελαις A | χαλα- ζης] post ζ ras 1 lit Aᵃ 16 οπτασια U+05D0AC | σαλευθησεται] σαλευθησονται U+05D0A σαλευονται C | εν 2⁰] pr και AC | θεληματι] + αυτου U+05D0AC 17 ωνει- δισεν] ωδινησεν A | γην] γη A | κατιπταμενα B 18 αυτης 2⁰] αυτο inceb U+05D0* (-της U+05D01c.a 19 παχνη U+05D0* (-χνην U+05D0c.a) 20 βορεας U+05D0AC | αφ υδατος] εφ υδατος U+05D0Α φυδατος (sic) C | επι] pr και C | εκδυσεται U+05D0)
    735
  3. καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
[*](B)
  1. ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη,
  2. δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
  1. λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον,
  2. καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.
  1. οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς,
  2. καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
  1. καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα,
  2. ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
  1. δι᾿ αὐτὸν εὐωδία τέλος αὐτοῦ,
  2. καὶ ἐν λόγῳ αὐτοῦ σύνκειται πάντα.
  1. πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα,¶
  2. [*](¶C)
  3. καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
  1. δοξάζοντες ποῦ ἰσχύσωμεν
  2. αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
  1. φοβερὸς Κύριος καὶ σφόδρα μέγας.
  2. καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
  1. δοξάζοντες Κύριον ὑψώσατε
  2. καθʼ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι·
  3. (3⁴)καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι·
  4. μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
  1. τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιυηγήσεται;
  2. καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
  1. πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων,
  2. ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.
  1. πάντα γὰρ ἐποίησεν ὁ κύριος,
  2. καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν.
  3. Πατέρων ὕμνος.
  1. Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους
  2. καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.
[*](21 αποσβεσαι U+05D0* (-σι U+05D0c.a) 22 ιασεις A | πντων] παγων U+05D0c.a U+05D0AC 23 αβυσσος U+05D0c.a | Ιησους] Ις BU+05D0 Ιησους AC 24 οι πλεοντες...θαυμαζομεν] και ακοαις...κινδυνον αυτης (invers stichis) AC | την] το inceb U+05D0* (την U+05D01c.a) | διηγησονται U+05D0 | τον κινδυνον] om τον AC 25 θαυμασια και παραδοξα AC | ποικιλεια C | κτισις] κτησις U+05D0AC | κητων] κτηνων U+05D0AC 26 ευωδια] ευοδια U+05D0C ευδοκια A | τελους U+05D0c.a | συγκειται Bᵃᵇ A | πανια] pr τα U+05D0AC 27 εφικωμεθα C 28 ισχυομεν U+05D0c.a ισχυσομεν A 29 Κυριος] κυ U+05D0* (κς U+05D0¹) | δυναστια U+05D0 30 Κυριον] pr τον U+05D0c.a 31 τις 1⁰] +γαρ U+05D0 | εω- ρακεν Bᵇ 33 γαρ] + α U+05D0* (improb α U+05D01for postea ras) | δεδωκεν A)
736
[*](Β)
  1. πολλὴν δόξαν ἔκτισεν ὁ κύριος,
  2. τὴν μεγαλωσύνην αὐποῦ ἀπʼ αἰῶνος.
  1. κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν,
  2. καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει·
  3. βουλεύσονται ἐν συνέσει αὐτῶυ,
  4. ἀπηγγελκότες ἐν προφητείαις·
  1. ἡγούμενοι λαοῦ ἐν διαβουλίοις
  2. καὶ συνέσει γραμματείας λαοῦ,
  3. σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
  1. ἐκζητοῦντες μέλη μουσικῶν,
  2. διηγούμενοι ἔπη ἐν γραφῇ·
  1. ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι,
  2. εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·
  1. πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν,
  2. καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.