Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς,
  2. (7)καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·
  1. ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ,
  2. καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ·
  1. περὶ παιδείας ἀνοήτου καὶ μωροῦ
  2. καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους,
  3. καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς
  4. καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
  1. θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία,
  2. καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον·
  3. ἐν νεότητι αὐτῆς μή ποτε παρακμάσῃ,
  4. καὶ συνῳκηκυῖα μὴ ποτε μισηθῇ·
  1. ἐν παρθενείᾳ μὴ ποτε βεβηλωθῇ
  2. [*](22 δουναι] + με U+05D0* (improb με U+05D0c.a) XLII 1 om και 2⁰ U+05D0 | om U+05D0AC απο 2⁰U+05D0C | αποκαλυψεως U+05D0 (απολυψ.) AC | αληθινως] και αληθινος U+05D0 | ανου U+05D0* (ανου U+05D0c.a (vid)) | προσωπον] pr τ U+05D0* (improb τ U+05D0¹ postea ras) 2 ασε- βην C 3 κοινωνων U+05D0C | περι 2⁰] pr και Bab (mg) U+05D0C | εταιρων] ετερων U+05D0AC 4 ακριβιας U+05D0C | περι 2⁰] pr και U+05D0AC 5 αδιαφορου] διαφορου U+05D0AC | om και 1° U+05D0AC | εμπορου C | παιδιας U+05D0AC (item 8) | αιμαξαι] εμαξας A 6 κλεισον] κλισσον C* (σ 2⁰ ras C?ᵛⁱᵈ) 7 παραδως U+05D0 | πανια U+05D0AC 8 εσχατογηρους U+05D0 εσχατογηρω AC | κρινομενω AC | δεδοκι- μασμενος Bᵇ (δεδοκισμ. B*) U+05D0c.a] δεδοκιμασμενοι U+05D0* 9 πατρια C | αυτης] αυτου A | συνωκηκυια] + ανδρι U+05D0c.a 10 παρθενια Bᵇ (-νεια B*A) U+05D0C)
    732
    [*](B)
  3. καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται·
  4. μετὰ ἀνδρὸς οὖσα μή ποτε παραβῇ,
  5. καὶ συνῳκηκυῖα μὴ ποτε στειρώσῃ.
  1. ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν,
  2. μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς,
  3. λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ,
  4. καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν.
  1. παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει,
  2. καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
  1. ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής,
  2. καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
  1. κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή,
  2. καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
  1. Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου,
  2. καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι·
  3. ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.
  1. ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
  2. καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
  1. οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος
  2. ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ,
  3. ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ,
  4. στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
  1. ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν,
  2. καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην·
  3. (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν
  4. καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,
  1. ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα,
  2. καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
  1. οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
  2. οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.
[*](U+05D0AC)[*](10 μετα] pr και U+05D0 | στειρωση] στειρωθη U+05D0AC (στιρ.) 11 αδιαστρεπτω | ποιηση σε] ποιησης U+05D0* (-ση σε U+05D0c.a) C ποιησει σε A | καταισχυνη U+05D0 2 ενβλεπε U+05D0A 13 εκπορευεται] εξελευσεται C 14 κρισσω A 15 δε] δη U+05D0AC | εωρακα Bᵇ | αυτου]+ ӄ γεγονεν εν ευλογια αυτου κριμα U+05D0c.a 16 αυτου 1⁰] κυ U+05D0c.a AC | πληρης BU+05D0 πληρεις C 17 Κυριος 1⁰] κυ U+05D0 | εκδιη- γησασθαι] pr και U+05D0* (improb και U+05D0c.a) | om α C 18 πανουργημασιν U+05D0* (-γευμασιν U+05D0c.a) A | διενοηθη U+05D0A | κυριος] υψιστος U+05D0AC*vid (?κς Cᵃ) | ειδησιν (ιδ. A)] συνιδησιν U+05D0 συν[ειδησιν] C 19 απαγγελλων] pr και U+05D0C | επεσο- μενα] τα εσομενα U+05D0AC | αποκαλυπτων] pr ο U+05D0* (om ο U+05D0c.a) 20 ου] +γαρ | U+05D0* (om γαρ U+05D0c.a) | ουκ] pr ӄ U+05D0c.a | om ουδε AC)
733
  1. τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·
  2. [*](Β)
  3. καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα,
  4. (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη,
  5. καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
  1. ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά,
  2. καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.
  1. πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
  2. ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·
  1. πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός,
  2. καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·
  1. ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά,
  2. καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;