Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς,
  2. καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·
  3. καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς,
  4. καὶ εὑρίσκαων χάριν ἔναντι παντὸς ἀνθρώπου.
  5. Μὴ περὶ τούτων αἰσχυνθῇς,
  6. καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
  1. περὶ νόμου Ὑψίστου καὶ διαθήκης,
  2. καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
  1. περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων,
  2. περὶ δόσεως κληρονομίας ἑταίρων,
  1. περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων,
  2. περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
  1. περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων,
  2. καὶ περὶ παιδείας τέκνων πολλῆς,
  3. καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·