Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
  2. καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
  1. παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
  2. σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  3. τίς ὠφελία ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
  1. τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
  2. (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
  3. καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
  1. αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας,
  2. καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,