Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν,
  2. [*](29 διαλογισμῷ U+05D0 | αλισγησει] αλγησει Ν | την ψυχην] om την ΝA ΝAC 30 απαιτησις Ν XLI 1 αυτου] αυτω U+05D0 | πασι C | επιδεξασθαι] δεξασθε U+05D0 2 καλον] pr ως U+05D0c.a | επιδεουμενω A | ισχυι] pr εν ΝA | περι παντων] pr και Ν* (improb και U+05D0c) 4 το κριμα] om το AC | om εν 1⁰ U+05D0* (hab εν U+05D0c.a (vid)) 5 βδελυκτα] βδελυρα NAC 6 ενδελεχει A 7 μεμφε(ται) C 8 εγκατε- λειπετε] εγκατελιπετε BᵇΝ (ενκ.) εγκατελειπατε C | om θεου Ν 10 απε- λευσονται C | απωλειαν Bᵇ⁽vid⁾ AC 11 σωματι U+05D0* (-μασιν U+05D0c.a))
    730
    [*](Β)
  3. ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
  1. φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
  2. ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
  1. ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
  2. καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
  1. παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
  2. σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  3. τίς ὠφελία ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
  1. τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
  2. (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
  3. καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
  1. αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας,
  2. καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
  1. ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας,
  2. ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
  3. (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,
  1. καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς,
  2. καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης,
  3. καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους,
  4. ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,
  1. καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
  2. ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,
  1. καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς,
  2. ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως,
  3. (²⁷)καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
  1. ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ,
  2. καὶ μὴ ἐπιστῆς ἐπὶ τὴν κοίτην αὐτῆς·
  3. (28)ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ,
  4. [*](U+05D0AC)[*](11 om αμαρτωλων ουκ U+05D0c.a 12 ονοματος] + καλου U+05D0c.a 14 παι- διαν U+05D0AC | om δε U+05D0c.a | ωφελεια Bᵃᵇ A 16 διαφυλαξαι] αποκαλυψαι U+05D0c.a | παστει U+05D0* (πιστ. U+05D0c.a) 17 περι πορνειας] απο πονηριας U+05D0* (περι πορν. U+05D0c.a) | ηγουμενου] προηγουμενου U+05D0 18 πλημμελειας Bᵃᵇ A | απο 3⁰] pr και C | om απο κοινωνου...αδικιας A | περι 3°] pr κ U+05D0* (ras κ iam antes im- prob U+05D0?) 19 κλοπης] πλοκης πης rescr Cᵃ | αληθιας U+05D0 (αλ et δι fec U+05D0¹) | om και 4 A | αρτοις U+05D0AC | απο 4°]| pr και AC | κορακισμου C 20 απο 1⁰] περι U+05D0* (απο U+05D0c.a) | απο 2⁰] pr και AC | εταιρας] ετερας U+05D0AC 21 om και 3⁰ AC 22 περιεργιας B⁰ (-γειας B*)] περιεργασιας ӄ U+05D0c.a | παιδισκης] pr και U+05D0c.a | λογου U+05D0AC | ονειδισμου] ωνιδισμων C)
    731
  5. καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε·
[*](B)
  1. ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς,
  2. καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·
  3. καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς,
  4. καὶ εὑρίσκαων χάριν ἔναντι παντὸς ἀνθρώπου.
  5. Μὴ περὶ τούτων αἰσχυνθῇς,
  6. καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
  1. περὶ νόμου Ὑψίστου καὶ διαθήκης,
  2. καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
  1. περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων,
  2. περὶ δόσεως κληρονομίας ἑταίρων,
  1. περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων,
  2. περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
  1. περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων,
  2. καὶ περὶ παιδείας τέκνων πολλῆς,
  3. καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
  1. ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς,
  2. (7)καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·
  1. ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ,
  2. καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ·
  1. περὶ παιδείας ἀνοήτου καὶ μωροῦ
  2. καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους,
  3. καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς
  4. καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.