Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν,
  2. [*](29 διαλογισμῷ U+05D0 | αλισγησει] αλγησει Ν | την ψυχην] om την ΝA ΝAC 30 απαιτησις Ν XLI 1 αυτου] αυτω U+05D0 | πασι C | επιδεξασθαι] δεξασθε U+05D0 2 καλον] pr ως U+05D0c.a | επιδεουμενω A | ισχυι] pr εν ΝA | περι παντων] pr και Ν* (improb και U+05D0c) 4 το κριμα] om το AC | om εν 1⁰ U+05D0* (hab εν U+05D0c.a (vid)) 5 βδελυκτα] βδελυρα NAC 6 ενδελεχει A 7 μεμφε(ται) C 8 εγκατε- λειπετε] εγκατελιπετε BᵇΝ (ενκ.) εγκατελειπατε C | om θεου Ν 10 απε- λευσονται C | απωλειαν Bᵇ⁽vid⁾ AC 11 σωματι U+05D0* (-μασιν U+05D0c.a))
    730
    [*](Β)
  3. ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
  1. φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
  2. ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
  1. ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
  2. καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
  1. παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
  2. σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  3. τίς ὠφελία ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
  1. τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
  2. (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
  3. καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
  1. αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας,
  2. καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
  1. ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας,
  2. ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
  3. (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,
  1. καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς,
  2. καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης,
  3. καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους,
  4. ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,
  1. καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
  2. ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,