Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν
  2. ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
  3. (2)Ἰᵇάνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν
  4. καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.
  1. ὦ θανατε, καλ0ν σου τὸ κρίμα ἐστὶν
  2. ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
  3. (4)ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων,
  4. καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονὴν.
  1. μὴ εὐλαβοῦ κρίμα θανάτου,
  2. μνήσθητι προτέρων σου καὶ ἐσχάτων·
  1. τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί,
  2. (6)καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίὰ Ὑψίστου;
  3. εὗτε δέκα εἴτε ἑκατὸν εἶτε χίλια ἔτη,
  4. (7)οὐκ ἔστιν ἐν 4δοῦ ἐλεγμὸς ζωῆς.
  1. τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν,
  2. καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·
  1. τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία,
  2. καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
  1. πατρὶ ἀσεβεῖ μέμψεται τέκνα,
  2. ὅτι δι αὐτὸν ὀνειδισθήσονται.
  1. οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς,
  2. οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου·
  1. καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε,
  2. καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
  1. πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται,
  2. οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν.
  1. πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν,
  2. [*](29 διαλογισμῷ U+05D0 | αλισγησει] αλγησει Ν | την ψυχην] om την ΝA ΝAC 30 απαιτησις Ν XLI 1 αυτου] αυτω U+05D0 | πασι C | επιδεξασθαι] δεξασθε U+05D0 2 καλον] pr ως U+05D0c.a | επιδεουμενω A | ισχυι] pr εν ΝA | περι παντων] pr και Ν* (improb και U+05D0c) 4 το κριμα] om το AC | om εν 1⁰ U+05D0* (hab εν U+05D0c.a (vid)) 5 βδελυκτα] βδελυρα NAC 6 ενδελεχει A 7 μεμφε(ται) C 8 εγκατε- λειπετε] εγκατελιπετε BᵇΝ (ενκ.) εγκατελειπατε C | om θεου Ν 10 απε- λευσονται C | απωλειαν Bᵇ⁽vid⁾ AC 11 σωματι U+05D0* (-μασιν U+05D0c.a))
    730
    [*](Β)
  3. ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
  1. φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
  2. ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
  1. ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
  2. καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
  1. παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
  2. σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  3. τίς ὠφελία ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.