Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπαῳ,
  2. καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ,
  3. ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν
  4. ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς. μητέρα πάντων·
  1. τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας,
  2. ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·
[*](ΝAC)[*](26 πυρος] πυρου U+05D0 πυρ C | καιγαλα και μελι U+05D0 27 ταυτα πανια] πανια τοαυτα (sic) U+05D0* π. ταυτα U+05D0¹c.a | ευσεβεσι C 28 πνευματα] πυα U+05D0* (πνατα U+05D0c.a) C | ουτων 1⁰] αυτου U+05D0c.a | εστερεωσεν U+05D0 c.a | om και 2⁰ A | συντελιας | εκχεουσι C | κοπασουσι 30 εκδικουσα] εκδιωκουσα U+05D0c.a (mox ipse revoc εκδικ.) 31 χρειας] χειρας A | τοις καιροις] om τοις U+05D0A | ουτων] αυτου C 32 εστηρισθην U+05D0* (-χθην U+05D0ᵃ) | και εν γραφη αφηκα και διενοηθην 35 α- γαθα] pr τα C | ωρα] καιρω C\ | χορηγησει] εχορηγησεν C 34 ευδοκιμηθη- σεται] δοκιμασθησεται U+05D0 ευδοκιμησεται A 35 υμνησατε BᵇU+05D0AC (-ται)| XL 1 υιους Αδαμ| υς Αδαμ sup ras Bᵃᵇ υιοις Αδ. U+05D0 | ουτων] αυτου C | ημεοα | (20) U+05D0* (ρας U+05D0c.a) | επι ταφη] επι ταφης (? επιταφης) AC επιστραφῇ U+05D0c.a 2 καρδιαν A | προσδοκια U+05D0* ( κιας U+05D0c.a))
727
  1. ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ
  2. [*](B)
  3. καὶ ἕως τεταπειναωμένου ἐν γῆ καὶ σποδῷ,
  1. ἀπὸ φοροῦντος ὑακίνθου καὶ στέφανοο
  2. καὶ ἕως περιβαλλομένου ὠμόλινον·
  1. θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος
  2. καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις.
  3. (5)καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης
  4. ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
  1. ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει,
  2. καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ἁπ ἐν ἡμέρᾳ σκοπιᾶς·
  3. (7)τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ,
  4. ὡς ἐκπεφευγῶς ἀπὸ προσώπου πολέsμοο·
  1. ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη,
  2. καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
  1. μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους,
  2. καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
  1. θάνατος καὶ αἷμα καὶ ἔρις καὶ όομφαία,
  1. ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα,
  2. καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
  1. πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει,
  2. καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
  1. πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
  2. καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
  1. χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται,
  2. καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
  1. ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
  2. οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
  1. ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος,
  2. καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·