Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν,
  2. καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
  1. Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ,
  2. (²⁴)καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·
  1. ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
  2. καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
  1. μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου,
  2. (27)καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
  1. μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας·
  1. ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία,
  2. καὶ παιδεία ἐν ῥήματι γλώσσης.
  1. μὴ ἀντίλεγε τῆ ἀληθεία,
  2. καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπητι·
  1. μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου,
  2. (32)καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
  1. καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ,
  2. καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.