Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις
- καὶ ῥομφαία ἐκδικοῦσα εἰο ὄλεθρον ἀσεβεῖς,
- ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται,
- καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται,
- καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.
- διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην
- καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα.
- τὰ ἔργα Κυρίου πάντα ἀγαθά,
- καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει·
- καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον,
- πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.
- καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσαμεν.
- καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.
- Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπαῳ,
- καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ,
- ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν
- ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς. μητέρα πάντων·
- τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας,
- ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·
727
- ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ [*](B)
- καὶ ἕως τεταπειναωμένου ἐν γῆ καὶ σποδῷ,
- ἀπὸ φοροῦντος ὑακίνθου καὶ στέφανοο
- καὶ ἕως περιβαλλομένου ὠμόλινον·
- θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος
- καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις.
- (5)καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης
- ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
- ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει,
- καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ἁπ ἐν ἡμέρᾳ σκοπιᾶς·
- (7)τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ,
- ὡς ἐκπεφευγῶς ἀπὸ προσώπου πολέsμοο·
- ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη,
- καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
- μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους,
- καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
- θάνατος καὶ αἷμα καὶ ἔρις καὶ όομφαία,
- ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα,
- καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
- πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει,
- καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
- πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
- καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
- χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται,
- καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
- ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
- οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.