Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος,
  2. καὶ τοῦτον οὐκ ἁφελήσεις καὶ σεαυτὸν κακώσεις.
  1. μνήσθητι ὅτι τὸ κρίμα αὐτοῦ οὕτω ὡς καὶ τὸ σόν·
  2. ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
  1. ἐμ ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ,
  2. καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
  1. Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς,
  2. καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
  1. τί σοφισθήσεται (26)ὁ κρατῶν ἀρότρου,
  2. καὶ καυχώμενος ἐν δόρατι κέντρου,
  3. βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν,
  4. καὶ ἡ διήγησις αὐτῶν ἐν υἱοῖς ταύρων ;
  1. καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αδλακας,
  2. καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
  1. οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων,
  2. ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει·
  3. οἱ γλύφοντες γλύμματα σφραγίδων,
  4. καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν·
  5. καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν,
  6. καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
  1. οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος
  2. καὶ καταμανθάνων ἀργῷ σιδήρῳ·
  3. ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ,
  4. καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται·
  5. (30) φωνή σφύρης καινιεῖ τὸ οὗς αὐτοῦ,
  6. καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ·
  7. (31) καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων,
  8. καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
  1. οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ
  2. [*](U+05D0A)[*](22 οτι το κριμα αυτου ουτω ως] το κριμα αυτου εοτι ουτω ως Bᵃᵇ το κρ. οτι ουτως Κ το κρ. μου οτι ουτως A | εχθες] χθες Bᵇ 23 πνευματος] πρε U+05D0* (πνς U+05D0c.a) 25 τι σοφισθησεται] τις οφθησεται A | om και 1⁰ U+05D0A | ου- των 2⁰] αυτου BᵇU+05D0c.aA 27 ημερας U+05D0A | γλυμματα] γραμματα U+05D0* (γλ.U+05D0c.a) υπομονη] επιμονη U+05D0Α | om εις U+05D0c.a | τελεσοι] συντελεσαι U+05D0c.a 28 ακμωωοκ B | αργω σιδηρω] εργα σιδηρου U+05D0 εργον σιδηρου A | πηξει] τηξει U+05D0A | φωνη] σ incep U+05D0* (improb postea ras σ U+05D0?) | καινιει] κεσιει A)
    723
  3. καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν,
  4. [*](B)
  5. ὅς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ,
  6. καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
  1. Τἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν,
  2. καὶ πρὸ ποδῶν κάμψει ἰσχύν αὐτοῦ·
  3. (34)καρδίαν ἐπιδώσει συντελέσαι τὸ χάρισμα,
  4. καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
  1. πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν,
  2. καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται
  1. ἄυευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις,
  2. (37)καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν·
  1. καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται,
  2. καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται·
  3. (38)ἐs ὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται,
  4. οὐδὲ μὴ ἐκφάναοσιν δικαιοσύνην καὶ κρίμα,
  5. καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται·
  1. ἀλλὰ κτίσμα αἰῶνος τηρήσουσιν,
  2. καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.
  3. Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ
  4. καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου,