Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἰατρῷ δὸς τόπον, (12)καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος.
- καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
- ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία
- καὶ γὰρ αὐτοὶ Κυρίὰυ δεηθήσονται,
- ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν
- καὶ ἴασιν χάριν ἐμβιώσεαος.
- ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιῆσαντος αὐτὸν
- ἐμπέσοι εἰς χεῖρας ἰατροῦ ¶
- τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα,
- καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρῆνου,
- κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλου τὸ σῶμα αὐτοῦ,
- καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
- πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετόν,
- (18)καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίου αὐτοῦ
- ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς,
- καὶ παρακλήθητι λύπης ἕνεκα·
- ὰπὸ λύπης γὰρ ἐκβαίνει θάνατος.
- καὶ λύπη καρδίας κάμψει ἰσχύν·
- ἐν ἀπαγωγῇ παραβαίνει καὶ λύπη, [*](6 ανθρωποις] ανῦ A | ενδοξαζεσθε 7 τον πονον] παν πονον A U+05D0AC παν .... C (cett perier) | αυτου] ουτων U+05D0c.a 8 συντελεσθη U+05D0AC 9 αρρωστημασιν A 10 πλημμελειαν Bᵃ?ᵇ A 13 ευωδια NC 14 om χαρ U+05D0* (hab U+05D0 c.a) | ευοδωσει C 15 εις χε . .. C | ιατρου] αυτου A 16 καταγε U+05D0 18 απο γαρ λυπης U+05D0 | καμψει] καμπτι U+05D0* (καμψι U+05D0 c.a ) 19 επαγωγη U+05D0Α | παραβαινει] παραμενε U+05D0* παραμενει U+05D0c.aA | om και 10 U+05D0 c.a)
- καὶ βίος πτωχοῦ κατὰ καρδίας.
722
[*](B)- μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου,
- ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·
- μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος,
- καὶ τοῦτον οὐκ ἁφελήσεις καὶ σεαυτὸν κακώσεις.
- μνήσθητι ὅτι τὸ κρίμα αὐτοῦ οὕτω ὡς καὶ τὸ σόν·
- ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
- ἐμ ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ,
- καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
- Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς,
- καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
- τί σοφισθήσεται (26)ὁ κρατῶν ἀρότρου,
- καὶ καυχώμενος ἐν δόρατι κέντρου,
- βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν,
- καὶ ἡ διήγησις αὐτῶν ἐν υἱοῖς ταύρων ;
- καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αδλακας,
- καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
- οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων,
- ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει·
- οἱ γλύφοντες γλύμματα σφραγίδων,
- καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν·
- καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν,
- καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
- οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος
- καὶ καταμανθάνων ἀργῷ σιδήρῳ·
- ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ,
- καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται·
- (30) φωνή σφύρης καινιεῖ τὸ οὗς αὐτοῦ,
- καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ·
- (31) καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων,
- καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
- οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ [*](U+05D0A)[*](22 οτι το κριμα αυτου ουτω ως] το κριμα αυτου εοτι ουτω ως Bᵃᵇ το κρ. οτι ουτως Κ το κρ. μου οτι ουτως A | εχθες] χθες Bᵇ 23 πνευματος] πρε U+05D0* (πνς U+05D0c.a) 25 τι σοφισθησεται] τις οφθησεται A | om και 1⁰ U+05D0A | ου- των 2⁰] αυτου BᵇU+05D0c.aA 27 ημερας U+05D0A | γλυμματα] γραμματα U+05D0* (γλ.U+05D0c.a) υπομονη] επιμονη U+05D0Α | om εις U+05D0c.a | τελεσοι] συντελεσαι U+05D0c.a 28 ακμωωοκ B | αργω σιδηρω] εργα σιδηρου U+05D0 εργον σιδηρου A | πηξει] τηξει U+05D0A | φωνη] σ incep U+05D0* (improb postea ras σ U+05D0?) | καινιει] κεσιει A)
- καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, [*](B)
- ὅς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ,
- καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
723
- Τἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν,
- καὶ πρὸ ποδῶν κάμψει ἰσχύν αὐτοῦ·
- (34)καρδίαν ἐπιδώσει συντελέσαι τὸ χάρισμα,
- καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
- πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν,
- καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται