Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρς,
- ὅτι πάσης σοφίας ἐστερήθη.
- ατιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ.
- καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
- ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει,
- καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.
- ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας,
- καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.
- ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν.
- καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.
- ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν,
- καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.
- τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχὴν σου,
- καὶ δὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·
- σὺ γὰρ πάντα πᾶσιν συμφέρει,
- καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ
- μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ,
- καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·
- ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος,
- καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας·
- δἰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν,
- ὁ δὲ προσέχων προσθήσει ζωήν.