Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀλλ ἡ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε,
  2. ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς,
  3. (16)ὅς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου.
  4. καὶ ἐὰν πταίσῃς συναλγήσει σοι.
  1. καὶ βουλὴν καρδίας στῆσον,
  2. οὐ γάρ ἐστίν σοι πιστότερος αὐτῆς·
  1. ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν
  2. ἤ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.
  1. καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι Ὑψίστου
  2. ἴνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου
  1. ἀρχὴ παντὸς ἔργου λόγος.
  2. καὶ πρὸ πάσης πράξεως βουλή.
  1. ἴχνος ἀλλοιώσεως καρδίᾳ·
  1. τέσσερα μέρη ἀνατέλλει,
  2. ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος.
  3. καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.
  1. ἔστιν ἀνὴρ πανοῖργος καὶ πολλῶν παιδευτής,
  2. καὶ τῆ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος
  1. ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός.
  2. [*](11 της αντιζηλου] pr περι U+05D0ΑC | om και 2⁰ BᵃᵇΝAC | εμπορου] ευπορου U+05D0ΑC C | μεταβολης U+05D0 | ανελεημονος] ελεημονος C | om και 50 U+05D0* (hab κ U+05D0c.a) αφεστιου] εφεστιου U+05D0* (επεστ.) επαιτιου U+05D0c.a (επετ.) A | επι] ις sup ras 3 fete 1 lilt in A | περι πασης συμβουλιας] om πασης A επι παση συμβουλια 12 ον] ο C | αν] εαν U+05D0 | επιγνω A 13 καρδιαν U+05D0* (-διας U+05D0c.a) 14 καθη- μενοι επι μετεωρου επι σκοπης U+05D0 15 πασι] πα sup ras B¹?ᵃᵇ | αληθια C 17 καρδιας BᵃᵇU+05D0c.a AC + προσΙωπον) C 18 τεσσαρα B? | κυριευουσα (κυ- ριευσα U+05D0)] pr η AC | ενδελεχως ουτων] ενδ. αυτω A ουτων ενδ. 19 om και 1⁰ U+05D0ΒA)
    720
    [*](B)
  3. οὗτος πάσης τροφῆς καθυστερήσει·
  1. οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρς,
  2. ὅτι πάσης σοφίας ἐστερήθη.
  1. ατιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ.
  2. καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
  1. ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει,
  2. καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.
  1. ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας,
  2. καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.
  1. ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν.
  2. καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.
  1. ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν,
  2. καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.
  1. τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχὴν σου,
  2. καὶ δὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·
  1. σὺ γὰρ πάντα πᾶσιν συμφέρει,
  2. καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ
  1. μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ,
  2. καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·
  1. ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος,
  2. καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας·
  1. δἰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν,
  2. ὁ δὲ προσέχων προσθήσει ζωήν.