Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- §¹¹μετὰ γυναικὸς τῆς ἀντιζήλου αὐτῆς [*](§C)
- καὶ μετὰ δειλοῦ περὶ πολέμου
- καὶ μετὰ ἐμπόρου περὶ μεταβολίας
- καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως,
- μετὰ βασκάνου περὶ εὐχαριστίας
- καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας,
- μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου
- καὶ μετὰ μισθίου ἀφεστίου περὶ συντελείας,
- οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας.
- μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας
- ἀλλ ἡ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε,
- ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς,
- (16)ὅς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου.
- καὶ ἐὰν πταίσῃς συναλγήσει σοι.
- καὶ βουλὴν καρδίας στῆσον,
- οὐ γάρ ἐστίν σοι πιστότερος αὐτῆς·
- ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν
- ἤ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.
- καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι Ὑψίστου
- ἴνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου
- ἀρχὴ παντὸς ἔργου λόγος.
- καὶ πρὸ πάσης πράξεως βουλή.
- ἴχνος ἀλλοιώσεως καρδίᾳ·
- τέσσερα μέρη ἀνατέλλει,
- ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος.
- καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.
- ἔστιν ἀνὴρ πανοῖργος καὶ πολλῶν παιδευτής,
- καὶ τῆ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος
- ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός. [*](11 της αντιζηλου] pr περι U+05D0ΑC | om και 2⁰ BᵃᵇΝAC | εμπορου] ευπορου U+05D0ΑC C | μεταβολης U+05D0 | ανελεημονος] ελεημονος C | om και 50 U+05D0* (hab κ U+05D0c.a) αφεστιου] εφεστιου U+05D0* (επεστ.) επαιτιου U+05D0c.a (επετ.) A | επι] ις sup ras 3 fete 1 lilt in A | περι πασης συμβουλιας] om πασης A επι παση συμβουλια 12 ον] ο C | αν] εαν U+05D0 | επιγνω A 13 καρδιαν U+05D0* (-διας U+05D0c.a) 14 καθη- μενοι επι μετεωρου επι σκοπης U+05D0 15 πασι] πα sup ras B¹?ᵃᵇ | αληθια C 17 καρδιας BᵃᵇU+05D0c.a AC + προσΙωπον) C 18 τεσσαρα B? | κυριευουσα (κυ- ριευσα U+05D0)] pr η AC | ενδελεχως ουτων] ενδ. αυτω A ουτων ενδ. 19 om και 1⁰ U+05D0ΒA)
- οὗτος πάσης τροφῆς καθυστερήσει·
720
[*](B)- οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρς,
- ὅτι πάσης σοφίας ἐστερήθη.
- ατιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ.
- καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
- ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει,
- καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.
- ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας,
- καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.
- ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν.
- καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.