Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τᾶς φίλος ἐρεῖ Ἐφιλίασα αὐτῷ κἀγώ
  2. ἀλλʼ ἔστιν φίλος ὀνόματι μόνον φίλος.
  1. οὐχὶ λύπη ἔνι ἕως θανάτου
  2. (2)ἔταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;
  1. πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης
  2. καλύψαι τὴν ξηρὰν ἐν δολιότητι
  1. ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται,
  2. καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·
  1. ἑταῖρος φίλῳ συνπονεῖ χάριν γαστρός,
  2. ἔναντι πολέμου λήμψεται ἀσπίδα.
  1. μὴ ἐπιλάθῃ φίλου ἐν τῆ ψυχῇ σου.
  2. καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου.
  1. πᾶς σύμβουλος ἐξαίρει βουλήν,
  2. ἀλλʼ ἔστιν συμβουλεύων εἰς αὐτόν.
  1. ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου,
  2. καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία·
  3. καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται,
  4. (10)μή ποτε βάλῃ ἐπὶ σοὶ κλῆρον,
  1. καὶ εἴπῃ σοι (11)Καλὴ ἡ ὁδός σου,
  2. [*](U+05D0Α)[*](29 αναπαυσεως] litur 1 lit post ε A 31 σηφαλλομενω] αφαλλομενω U+05D0A XXXVII 1 om αυτω U+05D0A 2 ενι] μενει Bb (vid) U+05D0c.a (-vl) | εταιρος] ετερος U+05D0 (item 4. 5) | εχθρον A 5 φίλω συνπονει (συμπ. Bᵇ)] συνπονει φιλω U+05D0 | ενοντι] απεναντι A 6 επιλαθου A | ψι inceb U+05D0* (ψυχ. U+05D01et postea) | αμνη- μονησῃς] μνημονευσῃς U+05D0* (αμνημ. U+05D0c.a) | αυτου] αυτω A 7 εξαρει U+05D0* (εξαιρει U+05D0c.a) | εστιν] +σοι U+05D0 | αυτον (υτον sup ras Bᵃ)] εαυτον Bᵃ (ε non inst Bᵇ) U+05D0 8 την ψυχην] om την U+05D0* (hab U+05D0c.a) | om και 12 U+05D0* (hab) U+05D0c.a) | εαυτω] pr εν U+05D0)
    719
  3. καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.