Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
  2. καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·
[*](XΧΧΙΙ 1 συμφορας] προσφορας ΝA 2 θυσιαζων] θυσια A? (ras ζων) U+05D0A 4 θυσιαζων] θυσια U+05D0* (.ζων U+05D0c.a) 5 εξιλασμος] ειλασμος U+05D0* (εξειλ. U+05D0c.a) 10 κυριον] + θῡ U+05D0 | μικρυνης] σμικρυνης U+05D0c.a 11 τον προσωπον U+05D0* (το πρ. Ν1 (vid) c.a) 12 αυτου] σου A | ευρεμα] αιρεμα U+05D0 13 επταπλα] επταπλα- σια U+05D0Α | ανταποδωσει] ανταποδιδωσειν (sic) U+05D0c.a αποδωσει A 17 υπεριδη] παριδῃ A | ικετιαν (υκ. A*)] ικετειαν Bᵃb | χηρα U+05D0 18 σιαγονας U+05D0 σια- γονει A 19 καταβοησις] καταπτωσις U+05D0)
716
[*](B)
  1. προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν,
  2. καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
  3. καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,
  1. καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν.
  2. [*](§ C)
  3. καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ
  4. οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς,
  5. ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,
  1. καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν·
  2. ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
  3. καὶ σκῆπτρα ἀδίκαων συντρίψει·
  1. ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ,
  2. καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
  1. ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
  2. καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
  1. ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ,
  2. ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας
  1. Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,
  1. καὶ ἐπίβλεψον,
  2. (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·