Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·
  1. ό φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται,
  2. καὶ οὐ μὴ δειλιάσει, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
  1. φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·
  1. τίνι ἐπέχεις καὶ τίς ἀντιστήριγμα αὐτοῦ
  1. οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,
  2. ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος,
  3. σκέπη ἀπὸ καύσαωνος καὶ σκέπη ἀπὸ μεσημβρίας,
  4. (20)φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος·
  1. ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς,
  2. ἴασιν διδοὺς ζωὴν καὶ εὐλογίαν.
  1. ᵇυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμαοκημένη.
  1. καὶ οὐκ εἰς εὐδοκίαν μωκήματα ἀνόμων·
  1. οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν,
  2. οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας