Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ
  2. μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου·
  3. καὶ μὴ δῷς ἑτέρῳ τὰ χρῆματά σου,
  4. ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
  1. ἕως ἔτι ζῆς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ
  2. σαρκί.
  1. κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου
  2. ἡ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
  1. ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγαν,
  2. μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
  1. ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου
  2. καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
  1. χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ,
  2. ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
  1. ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν·
  2. ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.
  1. ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον,
  2. καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·
  1. μβαλε αὐτὸν εἰς ἐργασίαν, ἴνα μὴ ἀργῇ.