Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
  1. καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
  1. ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου,
  2. καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
  1. ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
  2. καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
  1. τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
  2. ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
  1. ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
  2. ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
  1. ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
  2. καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
  1. ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,
  2. σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
[*](U+05D0A)[*](14 Κυριον] pr τον U+05D0 | εκδεξεται] εκλεξεται Bᵇ | παιδειαν BᵃᵇA 15 εμ. πλησθησεται] επιλησθησεται B (εμπλ. U+05D0c.a) 16 κριμα] χαριν U+05D0* (κριμα U+05D0c.a) 17 εκκλειον B* vid εκκλεινι Bᵃ (εκλινει Bᵇ) 18 και μετα... βουλης] pr asterisc U+05D0c.a 19 μηδεν A 21 μη] pr και A 24 εν. τολη U+05D0 XXXVI 1 Κυριον] pr τον U+05D0 | εξελειται] + αυτον U+05D0c.a 2 υπο- κρινομενος] ενυποκρ. U+05D0 3 εμπιστευσει BᵇA | ερωτημα] επερωτημα U+05D0 | δικαιων] δηλων U+05D0A 4 παιδιαν U+05D0Α | και 2⁰] + ουτως U+05D0)
711
  1. τροχὸς ἁμάξης σπλάγχνα μωροῦ,
  2. [*](B)
  3. καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
  1. ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος,
  2. ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
  1. διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει,
  2. καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;
  1. ἐν γνώσει Κυρίου διεχωρίσθησαν,
  2. καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·
  1. ἀπʼ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν,
  2. καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
  1. καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους,
  2. καὶ ἐκ γῆς ἐκτἰσθη Ἀδάμ·
  1. ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς,
  2. καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·
  1. ἐξ αὐτῶν εὺλόγησεν καὶ ἀνύψωσεν,
  2. καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγισεν·
  3. ἀπʼ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν,
  4. καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
  1. ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ,
  2. (14)πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ·
  3. οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς,
  4. ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
  1. ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν,
  2. καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή·
  3. οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός.
  1. καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου,
  2. δύο δύο, ἕν κατέναντι τοῦ ἑνός.
  1. a Κἀγὼ ἔσχατος ἠγρύπνησα,