Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν,
- καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
- ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα.
- ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον,
- (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
- ἄνευ βουλῆς μηθὲν ποιήσῃς.
- καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
- ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου,
- καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·
- μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
- καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
- ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου,
- καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
- ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
- καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
- τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
- ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
- ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
- ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
- ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
- καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
- ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,
- σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
711
- τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, [*](B)
- καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
- ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος,
- ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
- διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει,
- καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;
- ἐν γνώσει Κυρίου διεχωρίσθησαν,
- καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·
- ἀπʼ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν,
- καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
- καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους,
- καὶ ἐκ γῆς ἐκτἰσθη Ἀδάμ·
- ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς,
- καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·
- ἐξ αὐτῶν εὺλόγησεν καὶ ἀνύψωσεν,
- καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγισεν·
- ἀπʼ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν,
- καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.