Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
  2. καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
  1. ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει.
  2. ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·
  1. ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου,
  2. καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
[*](31 ἐξουδενώσῃς U+05D0 εξουθενωσης A XXXV 1 ηγουμενον] pr πε ηγδευνω |U+05D0A B b?c? mg dextr | om εν U+05D0c.a | ουτως U+05D0A | καθισε A 2 αναπεσον A | στεφανον] pr τον U+05D0*A pr δι ουτων U+05D0c.a 3 ακριβη A | om και U+05D0* (hab κ U+05D0c.a) 5 συνκριμα U+05D0A | συμποσια A 6 ζσμαραγδου B* (σμ. U+05D0*) 8 om λογον U+05D0 | om ως A 9 εξισαζου] εξουσιαζου U+05D0 11 εν] κεν U+05D0* (κ improb U+05D0?) | ραθυμει]| αθυμει A 13 ομαρτης] αμαρτια και U+05D0* (ομαρτης U+05D0c.a) αμαρτησῃς A)
710
[*](B)
  1. καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε
  2. καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
  1. Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν,
  2. καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν·
  1. ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ,
  2. καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·
  1. οἱ φοβούμενοι Κύριον είρήσουσιν κρίμα.
  2. καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
  1. ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν,
  2. καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
  1. ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα.
  2. ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον,
  3. (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
  1. ἄνευ βουλῆς μηθὲν ποιήσῃς.
  2. καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
  1. ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου,
  2. καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·
  1. μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
  1. καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
  1. ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου,
  2. καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
  1. ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
  2. καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
  1. τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
  2. ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
  1. ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
  2. ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
  1. ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
  2. καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
  1. ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,
  2. σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
[*](U+05D0A)[*](14 Κυριον] pr τον U+05D0 | εκδεξεται] εκλεξεται Bᵇ | παιδειαν BᵃᵇA 15 εμ. πλησθησεται] επιλησθησεται B (εμπλ. U+05D0c.a) 16 κριμα] χαριν U+05D0* (κριμα U+05D0c.a) 17 εκκλειον B* vid εκκλεινι Bᵃ (εκλινει Bᵇ) 18 και μετα... βουλης] pr asterisc U+05D0c.a 19 μηδεν A 21 μη] pr και A 24 εν. τολη U+05D0 XXXVI 1 Κυριον] pr τον U+05D0 | εξελειται] + αυτον U+05D0c.a 2 υπο- κρινομενος] ενυποκρ. U+05D0 3 εμπιστευσει BᵇA | ερωτημα] επερωτημα U+05D0 | δικαιων] δηλων U+05D0A 4 παιδιαν U+05D0Α | και 2⁰] + ουτως U+05D0)
711
  1. τροχὸς ἁμάξης σπλάγχνα μωροῦ,
  2. [*](B)
  3. καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.