Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας·
  2. μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς τὸν φάρυγγά σου.
  3. (13)καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπʼ αὐτῆς.
  1. μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός·
  2. (15)πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται
  3. διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
  1. οὑ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα.
  2. (17)καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
  1. ¹⁵υὁει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ,
  2. καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
  1. φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι.
  2. καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·
  1. παῦσαι πρῶτος χάριν παιδείας,
  2. καὶ μὴ ἀπληστεύου, μὴ ποτε προσκόψῃς·
  1. καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας,
  2. πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
  1. ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον,
  2. [*](6 απωλεια] η απωλια U+05D0 7 ξυλον προσκομματος ΒU+05D0 c.a A (προσσκ.) | U+05D0AC ουδε προσταγματος U+05D0* | ενθουσιαζουσιν N* (ενθυσ. U+05D0c.a) 9 om γαρ 0 εστω] εσται αυτω U+05D0c.a | εποιησε C 11 εκκλησια] σοια A 12 ανοιξας U+05D0* (ξης U+05D0c.a) | αυτης] αυτη U+05D0 | τον φαρυγγα] om τον BᵃᵇΝAC | om μη 2⁰ AC 4 επιβλεφης B (improb ς postea revoc U+05D0?) | τρυβλιω] pr τω ΝC 16 δια. ιασου U+05D0* ( σω U+05D0 c.a) 17 παιδιας U+05D0AC | προσκπψῃς A)
    708
    [*](B)
  3. καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
  1. ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίαφ
  2. ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐεοῦ·
  3. (23)πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς
  4. ἀπλήστου.
  1. καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν,
  2. ἀνάστα μεσοπορῶν, καὶ ἀναπαύσῃ.
  1. ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
  2. καὶ ἐπʼ ἐσχάτῳ εὑρήκεις τοὺς λόγους μου.
  3. (27)ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής.
  4. [*](¶ C)
  5. καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
  1. λαμπρὸν ἐπʼ ἄρτοις εὐλογήσει χείλη,
  2. καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·
  1. πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις,
  2. καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
  1. Ἐν οἴνῳ μὴ ἀνδρίζου.
  2. πολλοὺς γὰρ ἀπὼλεσεν ὁ οἶνος·
  1. κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ,
  2. οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
  1. ἔφισον ζωῆς οἶνος ἀνθρώπᾳῳ,
  2. ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ·
  3. ᵃ³τἰς ζωὴ ἐλασσουμένῳ οἴνῳ
  4. (35)καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
  1. ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς
  2. οἶνος πινόμενος ἐυ καιρῷ αὐτάρκης·
  1. πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
  2. ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
  1. πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα.
  2. ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
[*](U+05D0ΑC)[*](19 ασθμαινει| ασθενει C 20 υγειας (-γιας B*U+05D0C)] υγιειας BᵃᵇA | πονος] + δε U+05D0 | αγρυπνειας B (.νιας Bᵇ) | στροφος] στρεφομενος U+05D0* (στροφ. U+05D0 c.a) 21 εν εδεσμασιν] ενδεσμασιν C | μεσοπορων U+05D0c.a μεσοπωρων BAC μεσοπωρον U+05D0* 22 εξουδενωσῃς U+05D0AC | εσχατω BU+05D0* ] εσχατων U+05D0 c.a εσχατου AC | πασιν U+05D0 εργοις] λογοις A 23 μαρτυρια] pr η U+05D0 c.a A 26 δοκιμαζει] δοκιμα (sic) U+05D0* (-μαζι U+05D0c.a) δοκιμαζεις A 27 επισον A | ανθρωπω] ανωις U+05D0Α | μετρω] pr εν U+05D0c.a | οινω] pr εν U+05D0c.a οινου A |κανθρωποις] ανων U+05D0* (ανοις U+05D0c.a) 29 πινομενος] γινομενος A | αντιπτωμα U+05D0* (-ραατι U+05D0c.a) 30 προσσκομμα A)
709
  1. ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον,
  2. [*](B)
  3. καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ·
  4. (42)λόγον ὀνειδισμοῦ μὴ εἶπῃς αὐτῷ,
  5. καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.