Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. §8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός,
  2. [*](§C)
  3. καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
  1. τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε,
  2. σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
  1. μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
  2. καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
  1. μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
  1. ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος,
  2. μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
  1. παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
  2. ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.
  1. κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἔξει
  2. ἤ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.