Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν τῆ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη,
  2. καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
  1. ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον,
  2. καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
  1. περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ,
  2. καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
  1. §8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός,
  2. [*](§C)
  3. καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
  1. τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε,
  2. σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
  1. μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
  2. καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
  1. μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
  1. ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος,
  2. μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
  1. παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
  2. ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.
  1. κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἔξει
  2. ἤ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
  1. ὑγεία καὶ εὐεξία βελτίων παντὸς χρυσίου,
  2. καὶ σῶμα εἰρωστον ἤ ὄλβος ἀμέτρητος.
  3. Πεπἰ βρωμάτων.
  1. Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγείας σώματος,
  2. καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπέρ χαρὰν καρδίας.
  1. κρείσσων θάνατος ὑπέρ ζωὴν πικρὰν ἤ ἀρρώστημα ἔμμονον.
  2. ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένα,
  3. θέμα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.
[*](5 ιδεν A | ηυφρανθη U+05D0 6 κατελειπεν A 7 υιον U+05D0c.aA | αυτου 1⁰] U+05D0ΑC αυτων U+05D0* (.του U+05D0c.a) 8 αποβαινει] εκβαινει U+05D0 (-νι) A | ανειμενος] adnot αναπτόμενος Bᵃᵐᵍ 9 συμπαιξον ᵃᵇU+05D0ᵍ (-πεξ.) A συμπεζον C 10 συγγελασῃς BᵃᵇA | εσχατων AC | σου sup ras Aa 12 ω] εως hA | απιθησι U+05D0AC 13 και εργασαι εν αυτω] ως εστιν νηπιος C | σου. 2⁰] αυτου U+05D0AC | προσκοψῃς U+05D0AC 14 inter linens pr tit θ ὑγιείας Bᵃ? ᵇ 15 υγεια U+05D0c (-υια B*)] υγιεια Bᵃᵇ vid A | ευεξεια U+05D0 ευξεια C | βελτειον U+05D0 κρυσιου] χρυσι sup ras Bᵃᵇ 16 tit περι βρωματων improb Bc περ | υγιας A?ᵐᵍᵐ2sup even in Cvid | υγειας U+05D0 γιας B* C)] υγιειας Bᵃ?ᵇA | χαριν U+05D0* (-ραν U+05D0c.a) 17 πικραν] πικρο| U+05D0 + κ αναπαυσις αιωνιος U+05D0c.a | ενμονον U+05D0AC 18 στοματι] μ sup ras Bᵃ | θεματα U+05D0AC)
706
[*](B)
  1. τί συμφέρει κάρπωσις εἰδώλῳς
  2. οὔτε γὰρ ἔδεται οδτε μὴ ὀσφρανθῆ·
  3. (20)οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.
  1. βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων
  2. ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
  1. μὴ δῷς εἰς λύπην τὴν ψυχὴν σου,
  2. καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
  1. εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου,
  2. καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
  1. ἀγάπα τὴν ψυχὴν σου καὶ παρακάλει τὴν καρδίαν σου,
  2. καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
  3. (25)_Φολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη,
  4. καὶ οὐκ ἔστιν ὠφελία ἐν αὐτῇ.
  1. ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.
  2. καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
  1. bλαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν
  2. τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.