Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν,
  2. ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
  1. χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον,
  2. καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν
  1. ἐντολῆς ἀντιλαβοῦ πένητος,
  2. καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
  1. ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον,
  2. καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·
  1. θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου,
  2. καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.
  1. σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου,
  2. καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·
  1. ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς
  2. κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.