Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
  2. ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
  1. ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
  1. πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
  2. καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
  1. ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα,
  2. καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
  1. Τάρελθε, πάροικε, κόσμησον τράπεζαν,
  2. καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·
  1. ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης,
  2. ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.
  1. βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν,
  2. ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ.
  3. Περὶ τέκνων.