Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
- καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.
- ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται,
- καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται·
- καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
- ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε,
- πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.
- γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν
- καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος,
- (17)καὶ πόλεις ὀχυρὰς καθεῖλεν,
- καὶ οἰκίας μεγιστάνων κατέστρεψεν·
- γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν,
- καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν·