Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν,
  2. καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
  1. ἄφες ἀδίκημα τῷ πλησίον σου,
  2. καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
  1. ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν,
  2. καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν
  1. ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
  2. καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
  1. αὐτὸς σὰρξ ὧν διατηρεῖ μῆνιν,
  2. τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;