Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται,
  2. καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.
  1. ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων,
  2. καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.
  1. παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν,
  2. καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.
  1. Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα,
  2. καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.
  1. ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν,
  2. καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
  1. ἄφες ἀδίκημα τῷ πλησίον σου,
  2. καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.