Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἕκχυσις αἵματος μάχη ὑπερηφάνων,
- καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
- Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν,
- καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
- στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ·
- (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ,
- οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
- καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ,
- οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·
- §19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας,
- οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.
- μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη,
- καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.
- ὅτι τραῦμα ἔστιν (23)καταδῆσαι,
- καὶ λοιδορίας ἐστὶν διαλλαγή·
- (24)ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν.
- διανεύων ὀφθαλμῷ τεκταίνει κακά,
- καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπʼ αὐτοῦ·
- ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου
- καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει,
- ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ
- καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον.
700
[*](B)- πολλὰ ἐμίσησα καὶ οὐχ ὀμοίωσα αὐτῷ,
- καὶ ὁ κύριος μισήσει αὐτόν.
- ὁ ββάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει,
- καὶ πληγὴ δολία διελεῖ τραύματα.
- ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται,
- καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται·
- ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται,
- καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.
- ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων,
- καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.
- παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν,
- καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.
- Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα,
- καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.
- ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν,
- καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
- ἄφες ἀδίκημα τῷ πλησίον σου,
- καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
- ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν,
- καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν
- ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
- καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;