Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἕκχυσις αἵματος μάχη ὑπερηφάνων,
  2. καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
  1. Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν,
  2. καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
  1. στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ·
  2. (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ,
  3. οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
  1. καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ,
  2. οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·
  1. §19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας,
  2. οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.
  1. μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη,
  2. καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.